TLG 0691 001 :: HARPOCRATIONIS EPISTULA :: Epistula HARPOCRATIONIS EPISTULA Epist.
Med.
Astrol., fort. auctore Harpocratione Alexandrino Epistula Citation: Section — (line) | ||
t | Ἁρποκρατίων Καίσαρι Αὐγούστῳ χαίρειν. | |
1 | Πολλῶν ἐπιχειρησάντων ἐν τῷ βίῳ, Σεβαστὲ Καῖσαρ, παραδοῦναι πολλὰ παράδοξα μηδενὸς πρὸς τέλος ἀγαγεῖν τὰς ἐπαγγελίας δυνηθέντος διὰ τὸν τῆς εἱμαρμένης ταῖς διανοίαις αὐτῶν ἐπικείμενον ζόφον, μόνος δοκῶ τῶν ἀπ’ αἰῶνος ἀνθρώπων πεποιηκέναι τι παράδοξον. | |
2 | Ἐπιχειρήσας γὰρ πράγμασιν ἅπερ θνητῆς μέτρα φύσεως ὑπερβαίνει, τούτοις τε μετὰ πολλῶν βασάνων καὶ κιν‐ δύνων, τὸ καθῆκον τέλος ἐπέθηκα. | |
3 | Ἀσκήσας 〈γὰρ τὴν〉 γραμματικὴν ἐπιστήμην ἐν τοῖς τῆς Ἀσίας κλίμασι καὶ πάντων τῶν ἐκεῖ βελτίων γενόμενος, διέγνων ἕως τινὸς τῆς ἐπιστήμης ἀπολαύειν. | |
4 | Καὶ πλεύσας εἰς τὴν περι‐ σπούδαστον Ἀλεξάνδρειαν μετὰ συχνοῦ ἀργυρίου, τοὺς ἐντελεστάτους τῶν | |
φιλολόγων παρώδευον, καὶ φιλοπονίας ἕνεκα καὶ συνέσεως ὑπὸ πάντων ἐπαινού‐ μενος. | 70 | |
5 | Ἐφοίτων δὲ συνεχῶς καὶ εἰς τὰς τῶν διαλεκτικῶν ἰατρῶν διατρι‐ βάς· ἤρων γὰρ περισσῶς ταύτης τῆς ἐπιστήμης. | |
6 | Ἐπεὶ δὲ καιρὸς ἦν εἰς οἶκον ἀπιέναι, κατὰ τρόπον ἤδη μοι καὶ τῆς ἰατρικῆς προϊούσης, περιῄειν τὰς βιβλιοθήκας ἐκζητῶν· εὑρὼν δὲ βίβλον τινὰ Νεκεψὼ τεσσαρεσκαίδεκα θεραπείας ὅλου τοῦ σώματος καὶ παντὸς πάθους κατὰ ζῴδιον περιέχουσαν διὰ | |
5 | λίθων τε καὶ βοτανῶν, τὰ τῆς ἐπαγγελίας παράδοξα ἐξεπληττόμην. | |
---|---|---|
7 | Ἦν δὲ, ὡς ἔοικε, βασιλικῆς μωρίας κενὸς τῦφος· σκευάσας γὰρ τὸν ὑπ’ αὐτοῦ θαυ‐ | |
μαζόμενον «τροχίσκον ἡλιακὸν» καὶ τὰς λοιπὰς δυνάμεις, ἐν πάσαις τῶν παθῶν θεραπείαις ἠστόχησα. | 71 | |
8 | Θανάτου δὲ τραχυτέραν ὑπολα‐ βὼν εἶναι τὴν πλάνην, ὑπὸ τῆς λύπης ἐδαπανώμην· καὶ γὰρ προπετέστερον τῇ γραφῇ πεπιστευκὼς ἔγραψα περὶ τῆς ἐνεργείας αὐτῶν, καὶ τοῖς γονεῦσιν ὡς ἤδη πειράσας καὶ ὑποστρέφειν ἐπηγγελλόμην. | |
9 | Ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ μένειν οὐχ οἷόν τε ἦν διὰ τὸν τῶν ὁμοτέχνων γέλωτα—καὶ γὰρ ἰδίως τὰ καλὰ φθονεῖται—, εἰς οἶκον δὲ ἀπιέναι πάλιν προθυμίαν οὐκ εἶχον μικρότερος τῶν ἐπαγγελιῶν εὑρημένος. | |
10 | Περιήειν δὲ τὴν Αἴγυπτον οἴστρῳ τῆς ψυχῆς ἐλαστρούμενος, καὶ ζητῶν τι 〈τῆσ〉 προπετοῦς παγγελίας ἐργάσασθαι, ἢ τούτου μὴ τυχὼν θανάτῳ λοιπὸν ἀφιέναι τὸν βίον. | |
11 | Ἀεὶ δέ μου τῆς ψυχῆς προ‐ μαντευομένης θεοῖς ὁμιλῆσαι, συνεχῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων τοὺς θεοὺς ἐλιτάνευον δι’ ὀνείρου φαντασίας ἢ διὰ πνεύματος θείου χαρίσασθαί μοί τι τοιοῦτο, δι’ οὗ γαυριάσας ἱλαρὸς εἰς τὴν Ἀλεξάνδρειαν καὶ τὴν πατρίδα κατελθεῖν | |
5 | δυνηθῶ. | |
12 | Γενόμενος οὖν ἐν Διὸς πόλει—ἀρχαιοτάτην 〈λέγω〉 τῆς Αἰγύπτου πόλιν καὶ πολλὰ ἱερὰ ἔχουσαν—, διέτριβον αὐτόθι· ἦσαν γὰρ ἀρχιερεῖς φι‐ λόλογοι καὶ ποικίλοις κεκοσμημένοι μαθήμασι. | |
13 | Προβαίνοντος δὲ τοῦ χρόνου καὶ τῆς πρὸς αὐτούς μοι φιλίας μᾶλλον αὐξανούσης, ἐπυνθανόμην εἴ τι τῆς μαγι‐ κῆς ἐνεργείας σώζεται. | |
14 | Καὶ τῶν μὲν πλειόνων ἐπαγγελίας ὁμοίας τῇ προπετείᾳ μου φερόντων κατέγνων· ἑνὸς δέ τινος διὰ τὸ σοβαρὸν τῶν ἠθῶν καὶ τὸ τῆς ἡλικίας μέτρον πιστευθῆναι δυναμένου οὐκ 〈ἀν〉εχαιτίσθην τῆς φιλίας. | |
15 | Ἐπηγγείλατο δὲ οὗτος αὐτοπτικὴν ἔχειν λεκάνης ἐνέργειαν. | 72 |
16 | Παρεκάλεσα οὖν αὐτὸν ἐν τοῖς ἐρημοτάτοις τόποις τῆς πόλεως σὺν ἐμοὶ περιπατῆσαι, μηδὲν ὧν ἔχρῃζον ἐμφήνας. | |
17 | Ἀπελθόντων οὖν ἡμῶν εἴς τι ἄλσος ἡσυχίᾳ βαθυτάτῃ περιεχόμενον, αἰφνίδιος περιπεσὼν ἐπὶ στόμα καὶ κλαίων τῶν ποδῶν εἰχόμην τοῦ ἀρχιερέως. | |
18 | Ἐκπλαγέντος δὲ αὐτοῦ διὰ τὸ | |
ἀπροσδόκητον τῆς θέας καὶ πυνθανομένου τίνος ἕνεκε τοῦτο ποιήσαιμι, ἔφασκον ἐν αὐτῷ τὴν ἐξουσίαν εἶναι τῆς ἐμῆς ψυχῆς· ἔχειν γάρ με ἀνάγκην θεῷ ὁμιλῆσαι, ἧς ἐπιθυμίας ἂν ἁμάρτω, μέλλω ἀποτάσσεσθαι τῷ βίῳ. | 73 | |
19 | Ἀναστήσας δέ με ἀπὸ τῆς γῆς καὶ παρηγορήσας προσηνεστάτοις λόγοις, ἀσμένως ταῦτα ποιεῖν ἐπηγγέλλετο, καὶ ἐκέλευσεν ἁγνεύειν ἡμέραις τρισί. | |
20 | Διαχυθείσης δέ μου τῆς ψυχῆς ἐπὶ ταῖς ἐπαγγελίαις τοῦ ἀρχιερέως, ἠσπασάμην αὐτοῦ τὴν δεξιὰν καὶ εὐχαρίστουν, κρουνηδόν μοι τῶν δακρύων φερομένων· φυσικῶς γὰρ ἀπροσδόκητος χαρὰ πλείονα λύπης ἐκκαλεῖται δάκρυα. | |
21 | Ἐπανελθόντες δὲ ἐκ τοῦ ἄλσους, περὶ τὴν ἁγνείαν ἐγιγνόμεθα, ἐμοὶ τῶν ἡμερῶν διὰ τὴν προσ‐ δοκίαν ἐνιαυτῶν ἀπαριθμουμένων. | |
22 | Ἐπιστάσης δὲ τῆς τρίτης ἡμέρας, ὑπὸ τὸν ὄρθρον πορευθεὶς ἠσπασάμην τὸν ἀρχιερέα. | |
23 | Εὐτρέπιστο δὲ αὐτῷ οἶκος καθαρὸς καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν ἐπίσκεψιν. | |
24 | Ἐγὼ δὲ κατὰ προμήθειαν τῆς ψυχῆς εἶχον, ἀγνοοῦντος τοῦ ἀρχιερέως, χάρτην καὶ μέλαν ἐπὶ 〈τῷ〉 σημειώσασθαι τῶν λεγομένων ἃ ἂν δεήσῃ. | |
25 | Ἀνακρίνοντος δέ με τοῦ ἀρχιερέως πότερον ψυχῇ νεκροῦ τινος ἢ θεῷ ὁμιλῆσαι βουλοίμην, ἔφην Ἀσκληπιῷ, εἶναι δὲ τὸ τέλειον τῆς χάριτος εἰ μόνῳ μοι πρὸς μόνον ὁμιλεῖν ἐπιτρέψειεν· ὅ μοι οὐχ ἡδέως μέν—τοῦτο γὰρ ἐνέφαινον οἱ τῆς | |
5 | ὄψεως χαρακτῆρες—, πλὴν ἐπηγγείλατο. | |
26 | Καὶ ἐγκλείσας με εἰς τὸν οἶκον καὶ καθῖσαι κελεύσας ἄντικρυς τοῦ θρόνου εἰς ὃν ἔμελλεν ὁ θεὸς καθέ‐ ζεσθαι, προαγαγὼν διὰ τῶν ἀπορρήτων ὀνομάτων τὸν θεὸν καὶ ἐξελθὼν ἔκλεισε τὴν θύραν. | |
27 | Καθεζομένου δέ μου καὶ ἐκλυομένου τοῦ σώματος καὶ τῆς ψυχῆς διὰ τὸ παράδοξον τῆς θέας—οὔτε γὰρ τοὺς τῆς ὄψεως χαρακτῆρας οὔτε | |
τὴν τοῦ περικειμένου κόσμου καλλονὴν ἀνθρώπου λόγος διασαφῆσαι δύναιτ’ ἄν—, 〈ἀν〉ατείνας οὖν τὴν δεξιὰν ἤρξατο λέγειν ὁ μακάριος· | 74 | |
28 | «Παρὰ θεῷ τῷ ἔχοντι θέσσαλε· προϊόντος δὲ τοῦ χρόνου καὶ γνωσθέντων τῶν σῶν ἐπιτευγμάτων ὡς θεὸν ἄνθρωποί σε θρησκεύουσιν. | |
29 | Ἐπερώτα οὖν περὶ ὧν θέλεις, ἀσμένως ἐμοῦ πάντα παρέξοντος.» | |
30 | Ἐγὼ δὲ μόλις μὲν—κατεπεπλήγμην 〈γὰρ〉 καὶ πεπληρώμην τὸν νοῦν εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν—, ὅμως οὖν ἐπυνθανόμην δι’ ἣν αἰτίαν ἐπὶ ταῖς τοῦ Νεκεψὼ δυνάμεσιν ἠστόχησα. | |
31 | Πρὸς ὃ ὁ θεὸς εἶπεν· «Ὁ βασιλεὺς Νεκεψὼ, ἀνὴρ φρενηρέστατος καὶ πάσαις κεκοσμημένος ἀρεταῖς, παρὰ μὲν θείας φωνῆς οὐδὲν ὧν σὺ μαθεῖν ἐπιζητεῖς εὐτύχησε· φύσει δὲ χρησάμενος ἀγαθῇ, συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε· τοὺς δὲ καιροὺς καὶ τοὺς | |
5 | τόπους ἐν οἷς δεῖ τὰς βοτάνας λαμβάνειν οὐκ ἔγνω. | |
32 | Ὥρια γὰρ πάντα τῇ τῶν ἄστρων ἀπορροίᾳ αὔξεται καὶ μειοῦται· τό τε θεῖον ἐκεῖνο πνεῦμα λεπτομερέστατον ὑπάρχον διὰ πάσης οὐσίας διαρκεῖ, καὶ μάλιστα κατ’ ἐκείνους τοὺς τόπους καθ’ οὓς αἱ τῶν ἄστρων ἀπόρροιαι γίνονται [τῆς] ἐπὶ τῆς κοσμικῆς | |
5 | καταβολῆς. | |
33 | Ἐξ ἑνὸς δέ του πρὸς πίστιν τῶν λοιπῶν παραστήσω. | |
34 | Βοτάνη γὰρ ἔστιν, ἡ λεγομένη κώνειον· αὕτη δὲ ἐκ τῆς τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς κοσμικῆς καταβολῆς ἐν Σκορπίῳ βάλ‐ | |
λων τὰς ἀκτῖνας· Σκορπιανὸν δὲ καὶ ἐκεῖνο τὸ τῆς Ἰταλίας κλίμα. | 75 | |
35 | Αὕτη οὖν ἡ βοτάνη πλέον τῆς θείας ἀπορροίας ἑλκύσασα, εἴτε ὑπὸ τετραπόδου ἢ ἀνθρώπου βρωθῇ, παραχρῆμα θανατοῖ· τινὲς δὲ καὶ κατ’ ἄγνοιαν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις κατακλιθέντες παρ’ αὐτὴν καὶ κοιμηθέντες ἐν τῷ συνέλκειν ἐν ταῖς ἀναπνοαῖς αὐτῆς τὴν ἐνέργειαν ἐτελεύτησ〈αν.〉 | |
36 | ||
Ἀνόμοιος δὲ ἡ Κρήτη τὴν ἀκτινοβολίαν· τὴν αὐτὴν οὖν βοτάνην εἰς Κρήτην, τὸ κώνειον, ἐσθίουσιν ἀνθρώποις οὖσαν τῶν πάντων λα‐ χάνων ἡδίονα. | 76 | |
37 | Τοσοῦτον αἱ τῶν θεῶν ἀπόρροιαι παρὰ τοὺς τόπους καὶ καιροὺς δύνανται. | |
38 | Πρόδηλον 〈δ’〉 ὅτι πάντων τῶν ἀστέρων βασιλεύς ἐστιν ὁ Ἥλιος. | |
39 | Οὗτος δὲ ἐν Κριῷ γενόμενος ὑψοῦται, καί τινα μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ· αἱ οὖν βοτάναι τότε δυναμικώταται, οὐ μόνον διὰ τὸν Ἥλιον, ἀλλὰ καὶ διότι τὸ ζῴδιον πᾶσι τοῖς τὰ πάθη ἐκποιοῦσι | |
θεοῖς ἐπίκοινον ....... | 77 |